Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.115.2 | Hdt. 1.116.4 (English) | >>Hdt. 1.117.5 |
1.116.2 ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν · μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε , θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα , ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ · “Ἀρτέμβαρες , ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι .”
1.116.3 τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει , τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος , ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκόλος μοῦνος μουνόθεν , τάδε αὐτὸν εἴρετο ὁ Ἀστυάγης , κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς .
1.116.4 ὁ δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρʼ ἑωυτῷ . Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι , ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν .
1.116.5 ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον · ἀρχόμενος δὲ ἀπʼ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος , καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν .
ch. 117
1.117.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.115.2 | Hdt. 1.116.4 (English) | >>Hdt. 1.117.5 |